• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theophilus of Antioch (183) Ad Autolycum
Theophilus of Antioch (183)
Ad Autolycum
I

1.

Στωμύλον μὲν οὖν στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις ἔχουσι τὸν νοῦν κατεφθαρμένον· ὁ δὲ τῆς ἀληθείας ἐραστὴς οὐ προσέχει λόγοις μεμιαμμένοις, ἀλλὰ ἐξετάζει τὸ ἔργον τοῦ λόγου τί καὶ ὁποῖόν ἐστιν. ἐπειδὴ οὖν, ὦ ἑταῖρε, κατέπληξάς με λόγοις κενοῖς καυχησάμενος ἐν τοῖς θεοῖς σου τοῖς λιθίνοις καὶ ξυλίνοις, ἐλατοῖς τε καὶ χωνευτοῖς καὶ πλαστοῖς καὶ γραπτοῖς, <οἳ οὔτε βλέπουσιν οὔτε ἀκούουσιν> (εἰσὶ γὰρ <εἴδωλα> καὶ <ἔργα χειρῶν ἀνθρώπων>), ἔτι δὲ φῄς με καὶ χριστιανὸν ὡς κακὸν τοὔνομα φοροῦντα, ἐγὼ μὲν οὖν ὁμολογῶ εἶναι χριστιανός, καὶ φορῶ τὸ θεοφιλὲς ὄνομα τοῦτο ἐλπίζων εὔχρηστος εἶναι τῷ θεῷ. οὐ γὰρ ὡς σὺ ὑπολαμβάνεις, χαλεπὸν εἶναι τοὔνομα τοῦ θεοῦ, οὕτως ἔχει· ἴσως δὲ ἔτι αὐτὸς σὺ ἄχρηστος ὢν τῷ θεῷ περὶ τοῦ θεοῦ οὕτως φρονεῖς.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ad Autolycum
Translations of this Work
À Autolyque Compare
An Autolykus (BKV) Compare
Theophilus to Autolycus Compare
Commentaries for this Work
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2023 Gregor Emmenegger
Imprint
Privacy policy