Τάδε ἔνεστι καὶ ἐν τῷ πρώτῳ τόμῳ τοῦ τρίτου βιβλίου,
ἕκτου δὲ ὄντος τόμου καθ’ ὃν ἀριθμὸν προείπομεν,
ἐν ᾧ εἰσιν αἱρέσεις ἑπτὰ σὺν τοῖς σχίσμασιν οὕτως·
ο´. Αὐδιανῶν ἀφηνιασμὸς καὶ σχίσμα, οὐ μέντοι αἵρεσις. οὗτοι μὲν διαγωγὴν καὶ βίον εὖ τεταγμένον κέκτηνται, εἰσὶ δὲ κατὰ πάντα τὴν πίστιν ἔχοντες ὡς ἡ καθολικὴ ἐκκλησία, μοναστήρια δὲ οἱ πλείους κατοικοῦσι. κέχρηνται δὲ καὶ ἀποκρύφοις πολλοῖς κατακόρως. οὐ συνεύχονται δὲ ἡμῖν, ψέγοντες τοὺς παρ’ ἡμῖν ἐπισκόπους, πλουσίους <αὐτοὺς> ἀποκαλοῦντες καὶ ἄλλους ἄλλως. ποιοῦσι δὲ καὶ τὸ Πάσχα ἰδιαζόντως, ὅτε οἱ Ἰουδαῖοι ποιοῦσιν. ἔχουσι δὲ καὶ ἰδιωτικόν τι καὶ φιλόνεικον ξηρότατα τὸ κατ’ εἰκόνα ἑρμηνεύοντες.
οα´. Φωτεινιανοί. οὗτος ὁ Φωτεινὸς ἀπὸ Σιρμίου ὑπάρχων ἔτι καὶ δεῦρο περιενόστει, ὃς τὰ αὐτὰ Παύλῳ τῷ Σαμοσατεῖ ἐφρόνησε. κατά τι δὲ πρὸς ἐκεῖνον διαφέρονται, καὶ αὐτοὶ δὲ ἀπὸ Μαρίας καὶ δεῦρο τὸν Χριστὸν διαβεβαιοῦνται.
οβ´. Μαρκελλιανοὶ <οἱ> ἀπὸ Μαρκέλλου τοῦ ἀπὸ Ἀγκύρας τῆς Γαλατίας. οὗτος ἐν ἀρχῇ παραπλησίως Σαβελλίῳ φρονήσας διεφημίσθη. εἰς ἀπολογίας δὲ πολλάκις ἐλθὼν καὶ ἐγγράφως ἀπολογησάμενος παρὰ πολλῶν τοῖς αὐτοῖς ἐμμένειν κατηγορήθη. ἴσως δὲ μεταγνοὺς τάχα ἑαυτὸν διωρθώσατο ἢ οἱ αὐτοῦ μαθηταί. ὑπὲρ αὐτοῦ γὰρ καὶ ὑπὲρ τῶν αὐτοῦ μαθητῶν ὀρθόδοξοί τινες μέσως ὑπεραπελογοῦντο.
ογ´. Ἡμιάρειοι, οἱ Χριστὸν μὲν κτίσμα ὁμολογοῦντες, εἰρωνείᾳ δὲ κτίσμα αὐτὸν φάσκοντες οὐχ ὡς ἓν τῶν κτισμάτων· ἀλλά, φασίν, υἱὸν αὐτὸν λέγομεν, διὰ δὲ τὸ μὴ πάθος προσάψαι τῷ πατρὶ διὰ τοῦ γεγεννηκέναι κτιστὸν αὐτὸν λέγομεν. ὡσαύτως καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου κτίσμα παντελῶς ὁρίζονται, παρεκβάλλοντες υἱοῦ τὸ ὁμοούσιον, ὁμοιοούσιον δὲ θέλουσι λέγειν. ἄλλοι δὲ ἐξ αὐτῶν καὶ τὸ ὁμοιοούσιον παρεξέβαλον.
οδ´. Πνευματομάχοι. οὗτοι περὶ μὲν Χριστοῦ καλῶς ἔχουσι, τὸ δὲ πνεῦμα τὸ ἅγιον βλασφημοῦσι, κτιστὸν αὐτὸ ὁριζόμενοι καὶ οὐκ ὂν ἐκ τῆς θεότητος, μᾶλλον δὲ καταχρηστικῶς δι’ ἐνέργειαν κεκτίσθαι, ἁγιαστικὴν αὐτὸ δύναμιν φάσκοντες εἶναι μόνον.
οε´. Ἀεριανοί. οὗτος ὁ Ἀέριος ἀπὸ Πόντου ὡρμᾶτο. ἔτι δὲ δεῦρο περίεστι πειρασμὸς τῷ βίῳ. πρεσβύτερος οὗτος ἦν τοῦ ἐπισκόπου Εὐσταθίου τοῦ ἐν Ἀρειανοῖς διαβληθέντος. καὶ ἐπειδὴ αὐτὸς Ἀέριος οὐ κατεστάθη ἐπίσκοπος, πολλὰ κατὰ τῆς ἐκκλησίας ἐδογμάτισε, τῇ μὲν πίστει ὢν Ἀρειανὸς τελειότατος, περιττότερον δὲ δογματίζει. μὴ δεῖν φησι προσφέρειν ὑπὲρ τῶν προκεκοιμημένων, νηστεύειν δὲ τετράδα καὶ προσάββατον καὶ τεσσαρακοστὴν καὶ Πάσχα κωλύει· ἀποταξίαν κηρύσσει, σαρκοφαγίαις δὲ παντοίαις κέχρηται καὶ τρυφαῖς ἀδεῶς. εἰ δέ τις τῶν αὐτοῦ βούλοιτο νηστεύειν, μὴ ἐν ἡμέραις τεταγμέναις, φησίν, ἀλλ’ ὅτε βούλεται· οὐ γὰρ εἶ ὑπὸ νόμον. φάσκει δὲ μηδὲν εἶναι διαφορώτερον ἐπίσκοπον πρεσβυτέρου.
οϚ´. Ἀετιανοὶ οἱ ἀπὸ Ἀετίου τοῦ Κίλικος, διακόνου γενομένου ὑπὸ Γεωργίου τοῦ τῶν Ἀρειανῶν ἐπισκόπου τῆς Ἀλεξανδρείας, οἱ καὶ Ἀνόμοιοι καλούμενοι, παρά τισι δὲ Εὐνομιανοί, δι’ Εὐνόμιόν τινα μαθητὴν τοῦ Ἀετίου γενόμενον καὶ ἔτι περιόντα. σὺν αὐτοῖς δὲ ἦν καὶ Εὐδόξιος ἀρειανίζων, ἀλλὰ δῆθεν διὰ τὸν πρὸς τὸν βασιλέα Κωνστάντιον φόβον ἀφώρισεν ἑαυτὸν καὶ μόνος Ἀέτιος ἐξωρίσθη. ἔμεινε δὲ Εὐδόξιος ἀρειανίζων, οὐ μέντοι γε κατὰ τὸν Ἀέτιον οὗτοι οἷ Ἀνόμοιοι. οἱ καὶ Ἀετιανοί, παντάπασι Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα ἀπαλλοτριοῦσι θεοῦ, κτιστὸν αὐτὸν διαβεβαιούμενοι, καὶ οὐδὲ ὁμοιότητά τινα ἔχειν λέγουσιν. ἐκ συλλογισμῶν γὰρ καὶ Ἀριστοτελικῶν καὶ γεωμετρικῶν τὸν θεὸν παριστᾶν βούλονται, καὶ Χριστὸν δῆθεν μὴ δύνασθαι εἶναι ἐκ θεοῦ διὰ τοιούτων τρόπων <ὁρίζονται>. οἱ δὲ ἀπ’ αὐτοῦ Εὐνομιανοὶ καλούμενοι ἀναβαπτίζουσι πάντας τοὺς πρὸς αὐτοὺς ἐρχομένους, οὐ μόνον δέ, ἀλλὰ καὶ τοὺς ἀπὸ Ἀρειανῶν <ἐρχομένους>· βαπτίζουσι δὲ κατὰ κεφαλῆς ἄνω τοὺς πόδας στρέφοντες τῶν βαπτιζομένων, ὡς πολὺς ᾄδεται λόγος. τὸ δὲ σφαλῆναί τινα ἐν πορνείᾳ ἢ ἑτέρᾳ ἁμαρτίᾳ οὐδὲν εἶναί φασιν. οὐδὲν γὰρ ζητεῖ ὁ θεὸς ἀλλὰ τὸ εἶναί τινα ἐν ταύτῃ μόνῃ τῇ αὐτῶν νομιζομένῃ πίστει.
Αὗται δέ εἰσιν ὁμοίως καὶ αἱ τοῦ τρίτου βιβλίου τοῦ πρώτου τόμου, ἕκτου δὲ ὄντος κατὰ τὴν ἀκολουθίαν, αἱρέσεις ἑπτά.
