Τάδε ἔνεστι καὶ ἐν τῷ πρώτῳ τόμῳ τούτῳ τοῦ δευτέρου βιβλίου,
τετάρτῳ δὲ ὄντι κατὰ τὴν ἀπ’ ἀρχῆς
τῶν τόμων τοῦ ἀριθμοῦ ἀκολουθίαν,
ἐν ᾧ εἰσιν αἱρέσεις ιη´
μζ´. Ἐγκρατῖται, οἱ ἀπόσπασμα τυγχάνοντες Τατιανοῦ, τὸν γάμον ἀποβάλλοντες, τοῦ Σατανᾶ φάσκοντες τοῦτον εἶναι, πᾶσαν δὲ ἀπαγορεύοντες ἐμψυχοφαγίαν.
μη´. Κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται, οἵτινες παλαιὰν καὶ νέαν διαθήκην δέχονται, ἑτέρους δὲ προφήτας παρεισφέρουσι μετὰ τοὺς προφήτας, Μοντανόν τινα αὐχοῦντες καὶ Πρίσκιλλαν.
μθ´. Πεπουζιανοί, οἱ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, ἐκ τούτων μέν εἰσι τῶν κατὰ Φρύγας, ἕτερα δὲ παρ’ ἐκείνους δογματίζουσι, Πέπουζάν τινα πόλιν ἔρημον ἀνὰ μέσον Γαλατίας καὶ Καππαδοκίας καὶ Φρυγίας ἐκθειάζοντες καὶ δὴ ταύτην Ἱερουσαλὴμ ἡγούμενοι (ἔστιν δὲ καὶ ἄλλη Πέπουζα), γυναιξί τε ἀποδιδόντες τὸ ἄρχειν τε καὶ ἱερατεύειν. μυοῦνται δέ τινα παῖδα κατακεντῶντες νέον. καὶ δὴ τῇ Κυϊντίλλῃ ἢ καὶ Πρισκίλλῃ Χριστὸν ἐκεῖσε ἐν Πεπούζῃ ἀποκεκαλύφθαι ἐν ἰδέᾳ θηλείας μυθολογοῦσι. κέχρηνται δὲ ὡσαύτως παλαιᾷ καὶ καινῇ διαθήκῃ κατὰ τὸν νοῦν τὸν ἴδιον μεταποιούμενοι.
ν´. Τεσσαρεσκαιδεκατῖται, οἱ μίαν ἡμέραν τοῦ ἔτους τὸ Πάσχα ἐκτελοῦντες, ἐν ὁποίᾳ δἂν ἡμέρᾳ ἐμπέσῃ ἡ τῆς σελήνης τεσσαρεσκαιδεκάτη, ἤτοι ἐν σαββάτῳ ἤτοι ἐν κυριακῇ, ἐκείνην τε νηστεύοντες καὶ ἅμα ἀγρυπνοῦντες.
να´. Ἄλογοι, ὑφ’ ἡμῶν κληθέντες, οἱ τὸ εὐαγγέλιον Ἰωάννου καὶ τὸν ἐν αὐτῷ ἄνωθεν ἀπὸ πατρὸς ἀεὶ θεὸν Λόγον παρεκβάλλοντες, τὸ εὐαγγέλιον αὐτὸ δὴ τὸ κατὰ Ἰωάννην μὴ δεχόμενοι μήτε τὴν αὐτοῦ Ἀποκάλυψιν.
νβ´. Ἀδαμιανοί, παρὰ δέ τισιν Ἀδαμίζοντες καλούμενοι, χλεύης ἢ ἀληθείας μᾶλλον τὸ δόγμα ἔχοντες. γυμνοὶ γὰρ ὡς ἐκ μητρὸς ἄνδρες τε καὶ γυναῖκες ἐπὶ τὸ αὐτὸ συνάγονται, καὶ οὕτως τὰς ἀναγνώσεις καὶ εὐχὰς καὶ πᾶν ὁτιοῦν ἐπιτελοῦσι, δῆθεν μονάζοντές τε καὶ ἐγκρατευόμενοι ὄντες καὶ γάμον μὴ δεχόμενοι, τὴν αὐτῶν ἐκκλησίαν παράδεισον ἡγούμενοι.
νγ´. Σαμψαῖοι, οἱ καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν κατοικοῦντες, καθύπερθεν τῆς νεκρᾶς θαλάσσης κειμένην χώραν· οἵτινες ἀπὸ τοῦ Ἠλξαῒ τινὸς ψευδοπροφήτου ἠπατημένοι, οὗ ἔτι δεῦρο ἐκ τοῦ γένους ὑπῆρχον Μαρθοῦς καὶ Μαρθάνα, γυναῖκες δύο προσκυνούμεναι ὑπὸ τῆς αἱρέσεως ὡς θεαί, παραπλησίως τοῖς Ἐβιωναίοις τὰ πάντα ἔχουσιν.
νδ´. Θεοδοτιανοί, οἱ ἀπὸ Θεοδότου τοῦ σκυτέως τοῦ ἀπὸ Βυζαντίου. οὗτος ἐν παιδείᾳ Ἑλληνικῇ γέγονεν ἄκρος, ἅμα δὲ ἄλλοις ὢν ἐν ἡμέραις τοῦ τότε διωγμοῦ μόνος ἐκπεσὼν καὶ ἐκείνων μαρτυρησάντων διὰ τὸ ὀνειδίζεσθαι ἐπινοήσας ψιλὸν ἄνθρωπον λέγειν τὸν Χριστόν, ἵνα μὴ ὑπὸ ἔγκλημα γένηται θεὸν ἀρνησάμενος, οὕτως ἐδίδαξεν.
νε´. Μελχισεδεκιανοί, οἱ τὸν Μελχισεδὲκ γεραίροντες, τινὰ δύναμιν αὐτὸν φάσκοντες καὶ μὴ ἄνθρωπον ψιλὸν καὶ εἰς τὸ τούτου ὄνομα πάντα ἀνάγειν τε καὶ λέγειν τετολμηκότες.
νϚ´. Βαρδησιανισταί. Βαρδησιάνης οὗτος ἐκ τῆς Μεσοποταμίας ὡρμᾶτο, τὰ πρῶτα μὲν τῆς ἀληθινῆς πίστεως ὑπάρχων καὶ ἐν σοφίᾳ διαπρέπων, ἐκκλίνας δὲ τῆς ἀληθείας παραπλησίως Οὐαλεντίνῳ ἐδογμάτισε, χωρὶς ἐνίων ὀλίγων <περὶ> ὧν διαφέρεται πρὸς Οὐαλεντῖνον.
νζ´. Νοητιανοί. Νόητος οὗτος ἀπὸ Σμύρνης ὑπῆρχε τῆς Ἀσίας. ἐπάρματι δὲ ἐνεχθεὶς σὺν ἄλλοις τισὶν υἱοπάτορα τὸν Χριστὸν ἐδίδαξε, τὸν αὐτὸν εἶναι <λέγων> πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. ἑαυτὸν δὲ ἔλεγεν εἶναι Μωυσέα καὶ τὸν αὐτοῦ ἀδελφὸν ἔλεγεν εἶναι τὸν Ἀαρών.
νη´. Οὐαλήσιοι. οὗτοι, καθὼς ὑπειλήφαμεν, [οἱ] τὴν Βάκαθον κατοικοῦντες, μητροκωμίαν Ἀραβίας τῆς Φιλαδελφίας, οἱ τοὺς παρατυγχάνοντας καὶ ἐπιξενουμένους παρ’ αὐτοῖς εὐνουχίζοντες· οἱ πλείους δὲ καὶ αὐτῶν εὐνοῦχοι ὑπάρχουσιν ἀποτετμημένοι. τινὰ δὲ ἕτερα διδάσκουσιν αἱρέσεως ἔμπλεα, ἀφανίζοντες <τὰ> τοῦ νόμου καὶ τῶν προφητῶν καί τινας ἑτέρας αἰσχρουργίας παρεισφέροντες.
νθ´. Καθαροί, οἱ ἅμα Ναυάτῳ συναφθέντες τῷ Ῥωμαίῳ καὶ τοὺς διγάμους παντελῶς ἀποβαλλόμενοι καὶ μετάνοιαν μὴ δεχόμενοι.
ξ´. Ἀγγελικοί. οὗτοι παντελῶς ἐξέλιπον· αὐχοῦντες δὲ ἦσαν ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλους † προσκεκλῆσθαι.
ξα´. Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί, καὶ αὐτοὶ περὶ τὴν Πισιδίαν <οἰκοῦντες>, μόνον Ἀποτακτικοὺς δεχόμενοι, καθ’ ἑαυτοὺς δὲ εὐχόμενοι. παραπλησιάζουσι δὲ τοῖς Ἐγκρατίταις, ἄλλα δὲ παρ’ αὐτοὺς φρονοῦσιν.
ξβ´. Σαβελλιανοί, οἱ τὰ ὅμοια Νοητιανῶν δοξάζοντες, παρὰ τὸ μὴ τὸν πατέρα πεπονθέναι λέγειν.
ξγ´. Ὠριγενιανοί, τινὸς Ὠριγένους. αἰσχροποιοὶ δὲ οὗτοί εἰσιν, ἀρρητοποιοῦντες καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες.
ξδ´. Ὠριγενιανοὶ ἄλλοι, Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου τοῦ συντάκτου, οἱ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀποβαλλόμενοι, Χριστὸν δὲ κτίσμα καὶ τὸ ἅγιον πνεῦμα εἰσηγούμενοι, παράδεισόν τε καὶ οὐρανοὺς καὶ τὰ ἄλλα πάντα ἀλληγοροῦντες, Χριστοῦ δὲ τὴν βασιλείαν παυθήσεσθαι ληροῦντες.
Αὗται πάλιν αἱ τοῦ δευτέρου βιβλίου, πρώτου δὲ τόμου αἱρέσεις ιη´.
